Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.
  2. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  3. ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.
  4. Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,
  5. πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι
  6. ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.
  7. ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·
  8. καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·
  9. ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς
  10. εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε
  11. Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ
  12. δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.
  13. ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ
  14. κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων,
  15. πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς
  16. πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς
  17. τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος
  18. χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,
  19. κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
  20. δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,