Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.
  2. ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι
  3. φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
  4. δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·
  5. ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
  6. πτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων,
  7. ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους
  8. ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·
  9. τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,
  10. δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,
  11. τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,
  12. δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
  13. αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.
  14. ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
  15. ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς
  16. ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
  17. ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ
  18. τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν·
  19. τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.
  20. καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε