Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος
  2. γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν
  3. πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
  4. τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο
  5. ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε
  6. Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
  7. τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.
  8. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  9. τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
  10. τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;
  11. δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
  12. τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·
  13. Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;
  14. εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης
  15. Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν
  16. ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.
  17. αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος
  18. Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,
  19. ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι
  20. γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.