Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·
  2. ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν
  3. αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ
  4. ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος
  5. οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·
  6. θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει
  7. ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.
  8. φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς
  9. ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.
  10. οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης
  11. ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,
  12. ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.
  13. ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες
  14. τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,
  15. οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.
  16. ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,
  17. ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
  18. δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
  19. τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος
  20. Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων