Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·
  2. τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
  3. Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ
  4. ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων
  5. Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;
  6. τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε·
  7. Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις
  8. ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;
  9. οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος
  10. στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν
  11. ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,
  12. πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς
  13. εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.
  14. ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,
  15. ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν
  16. ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.
  17. τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·
  18. αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.
  19. καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει
  20. πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ