Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,
  2. δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε
  3. γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,
  4. οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη
  5. σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·
  6. τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.
  7. ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
  8. ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,
  9. ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·
  10. Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ
  11. Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·
  12. Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,
  13. ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
  14. ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.
  15. ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς
  16. Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
  17. Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει
  18. αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
  19. Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων
  20. ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·