Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν
  2. σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα
  3. ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,
  4. ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ
  5. Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·
  6. τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς
  7. μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη,
  8. δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
  9. κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν·
  10. ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ
  11. Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν
  12. Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.
  13. ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.
  14. τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο
  15. πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα
  16. ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν
  17. νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.
  18. οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς
  19. αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ
  20. ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.