Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν
  2. θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν,
  3. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  4. ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
  5. ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα
  6. λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.
  7. ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν
  8. ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.
  9. ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
  10. ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.
  11. ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας
  12. τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.
  13. ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·
  14. μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,
  15. ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.
  16. ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
  17. τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·
  18. οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη
  19. τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·
  20. ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε