Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν
  2. Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον
  3. ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·
  4. καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,
  5. Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.
  6. πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων
  7. Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,
  8. ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,
  9. ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.
  10. τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,
  11. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  12. Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει
  13. ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,
  14. ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;
  15. ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,
  16. μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.
  17. αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,
  18. θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·
  19. οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.
  20. ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.