Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
  2. ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος
  3. ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο
  4. νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
  5. ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
  6. ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.
  7. οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
  8. ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·
  9. ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς
  10. ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
  11. τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο,
  12. τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.
  13. δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,
  14. καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
  15. ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,
  16. λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ
  17. Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.
  18. Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε
  19. δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
  20. ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους