Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
  2. Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
  3. ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.
  4. ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
  5. ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.
  6. ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
  7. πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
  8. στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι
  9. παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
  10. ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.
  11. ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη
  12. νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,
  13. αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
  14. νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι
  15. πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.
  16. ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα
  17. πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον
  18. γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.
  19. ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος
  20. σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.