Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα
  2. νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.
  3. τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  4. ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν
  5. εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης
  6. ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·
  7. ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.
  8. ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν
  9. λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.
  10. ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,
  11. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
  12. οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην
  13. ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
  14. ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·
  15. φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη
  16. ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.
  17. Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ
  18. ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.
  19. ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω
  20. αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ