Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
  2. Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
  3. τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.
  4. Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
  5. υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
  6. οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
  7. Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
  8. οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον
  9. Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·
  10. τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
  11. Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
  12. ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη
  13. νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,
  14. ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
  15. ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
  16. Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
  17. τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.