Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·
  2. τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,
  3. υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
  4. αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως
  5. ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.
  6. Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων
  7. υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.
  8. αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
  9. τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,
  10. Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
  11. Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
  12. ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,
  13. οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
  14. ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον
  15. Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
  16. αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
  17. τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
  18. Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·
  19. ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
  20. ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο