Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων
  2. Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν
  3. ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·
  4. ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον
  5. Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.
  6. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
  7. ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
  8. τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.
  9. οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
  10. οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,
  11. τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
  12. ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·
  13. τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  14. οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
  15. οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,
  16. τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
  17. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  18. οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
  19. Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,
  20. τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης