Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ
  2. νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
  3. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
  4. ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
  5. Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
  6. αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
  7. ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων
  8. ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ
  9. δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·
  10. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  11. οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην
  12. Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
  13. τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
  14. Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν
  15. Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
  16. οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
  17. καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
  18. τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς
  19. ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα
  20. ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.