Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,
  2. οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
  3. οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·
  4. τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  5. οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
  6. Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.
  7. Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
  8. μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
  9. ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,
  10. ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·
  11. οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε
  12. Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
  13. Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·
  14. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
  15. Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
  16. οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
  17. Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν
  18. Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,
  19. οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,
  20. τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος