Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·
  2. τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ
  3. ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
  4. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·
  5. ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,
  6. ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·
  7. οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
  8. πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  9. οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,
  10. φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
  11. εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο
  12. θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·
  13. ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
  14. Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον
  15. Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,
  16. οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν
  17. Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,
  18. Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,
  19. οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,
  20. οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,