Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
  2. αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  3. πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
  4. κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
  5. Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,
  6. αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,
  7. ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.
  8. αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·
  9. ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
  10. βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·
  11. τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·
  12. Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων
  13. μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν
  14. πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
  15. αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,
  16. Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
  17. χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  18. πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
  19. ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
  20. ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.