Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.
  2. εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,
  3. εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
  4. εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,
  5. ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.
  6. οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν
  7. εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
  8. ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
  9. ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·
  10. ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
  11. ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
  12. μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
  13. ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.
  14. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα
  15. ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,
  16. προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει
  17. παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.
  18. ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,
  19. κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
  20. ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων