Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες
  • μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·
  • χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν
  • ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,
  • ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς
  • ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
  • καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·
  • ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς
  • σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,
  • βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.
  • ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,
  • ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες
  • ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·
  • ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·
  • μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·
  • τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.
  • αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,
  • τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·
  • λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·
  • ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.