Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις
  2. οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·
  3. οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·
  4. οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
  5. εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω
  6. σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.
  7. ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲ
  8. αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
  9. ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
  10. αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
  11. ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας·
  12. Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
  13. ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη
  14. μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,
  15. ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν
  16. ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·
  17. φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω
  18. κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε
  19. φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.
  20. ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ·