Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
  2. Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,
  3. αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·
  4. Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,
  5. αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,
  6. Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
  7. αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,
  8. πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
  9. τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·
  10. ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
  11. Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
  12. σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
  13. Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
  14. νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
  15. δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
  16. οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
  17. ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
  18. ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
  19. αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι
  20. μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν