Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι
  • ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.
  • Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι
  • σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.
  • πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον
  • καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι,
  • ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,
  • οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,
  • ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.
  • ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.
  • πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,
  • οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει
  • πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει
  • βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.
  • καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον
  • ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν
  • Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,
  • ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην
  • Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.
  • ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·