Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς.
  2. καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον
  3. οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν
  4. καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,
  5. καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς
  6. ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.
  7. τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε
  8. Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς
  9. ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·
  10. κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.
  11. αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  12. ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ
  13. οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.
  14. αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,
  15. τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  16. Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον
  17. ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ
  18. θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;
  19. τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ
  20. ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·