Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα
  2. ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο,
  3. μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα.
  4. τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος
  5. Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη
  6. ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·
  7. αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη·
  8. καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ·
  9. ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς
  10. αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.
  11. οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε
  12. Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο·
  13. ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,
  14. ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
  15. νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,
  16. ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ
  17. μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.
  18. ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.
  19. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  20. Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.