Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,
  2. οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,
  3. ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει
  4. χήτεϊ τοιοῦδʼ υἷος· ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳ
  5. εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·
  6. ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,
  7. εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.
  8. πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
  9. οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο
  10. αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,
  11. ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ
  12. Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα
  13. κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
  14. ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν
  15. τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι
  16. γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ
  17. λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται.
  18. ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,
  19. μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·
  20. μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,