Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ
  2. ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
  3. ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.
  4. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  5. χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·
  6. ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.
  7. ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,
  8. οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς
  9. μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·
  10. μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα
  11. ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.
  12. σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·
  13. κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν
  14. δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ
  15. χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.
  16. Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
  17. κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.
  18. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  19. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  20. ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,