Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
  • ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
  • σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια
  • ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,
  • τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.
  • τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
  • ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις.
  • εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,
  • ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν
  • ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς
  • τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.
  • ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν,
  • ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.
  • Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
  • καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη
  • ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
  • ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς·
  • ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,
  • Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.
  • αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·