Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων
  2. ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
  3. ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.
  4. εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν
  5. κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  6. μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων,
  7. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  8. τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ
  9. κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·
  10. τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο
  11. καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.
  12. ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε
  13. πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα.
  14. Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη
  15. ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς
  16. ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε
  17. δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·
  18. τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.
  19. αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων
  20. αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·