Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
  2. ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
  3. ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω
  4. ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.
  5. ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ
  6. δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης
  7. ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο
  8. ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ
  9. Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.
  10. τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,
  11. ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,
  12. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  13. τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
  14. ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται
  15. ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν
  16. πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν
  17. σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.
  18. τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  19. μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·
  20. ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος