Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν
  2. εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ
  3. ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
  4. οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,
  5. τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου
  6. δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους,
  7. ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.
  8. ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,
  9. χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.
  10. ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι
  11. ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.
  12. δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,
  13. ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.
  14. τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε
  15. παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες
  16. ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ
  17. σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ.
  18. κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,
  19. βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες
  20. δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον.