Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.
  2. λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·
  3. κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες
  4. εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,
  5. σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων·
  6. τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.
  7. κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,
  8. τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.
  9. τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν
  10. τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,
  11. ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι
  12. κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·
  13. οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.
  14. τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
  15. ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας·
  16. οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη
  17. ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,
  18. καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ
  19. ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν.
  20. οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι