Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ
  2. ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.
  3. ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν,
  4. ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν,
  5. ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται,
  6. Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος
  7. Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,
  8. ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,
  9. οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.
  10. ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων
  11. καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε,
  12. νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων
  13. ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει·
  14. κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν
  15. αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες
  16. ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
  17. λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος
  18. ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
  19. ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι
  20. δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι·