Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
  • ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
  • ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
  • κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,
  • τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.
  • ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς
  • Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε
  • εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες
  • Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον.
  • ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι,
  • αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,
  • πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε.
  • πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·
  • καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων
  • πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν
  • ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
  • τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
  • υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν
  • καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας
  • καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος