Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων
  2. πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,
  3. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  4. τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
  5. αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  6. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  7. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  8. τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
  9. Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ,
  10. τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ
  11. ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν;
  12. ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν
  13. Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν
  14. πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ
  15. κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν,
  16. υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε
  17. ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·
  18. τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
  19. νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
  20. Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις