Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια
  2. καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ
  3. Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
  4. Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα
  5. Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια
  6. Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·
  7. ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα
  8. Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια
  9. ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
  10. τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι
  11. στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·
  12. κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι
  13. εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.
  14. ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,
  15. ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε
  16. ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·
  17. τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
  18. νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
  19. Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
  20. οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.