Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν
  2. εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·
  3. ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·
  4. ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ
  5. θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·
  6. φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν
  7. Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.
  8. ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·
  9. ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι
  10. αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα
  11. δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς
  12. οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει.
  13. νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν,
  14. οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι
  15. τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος·
  16. δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω
  17. Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
  18. τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,
  19. ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι
  20. κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,