Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·
  2. τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.
  3. πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
  4. νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
  5. εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,
  6. ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε
  7. φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην
  8. στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.
  9. ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.
  10. ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν
  11. νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.
  12. Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,
  13. Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.
  14. δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ
  15. παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.
  16. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
  17. χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου
  18. πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,
  19. ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ
  20. ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,