Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.
  2. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
  3. ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
  4. χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·
  5. νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.
  6. αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς
  7. κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.
  8. δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε
  9. θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε
  10. ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι
  11. στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.
  12. Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων
  13. χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·
  14. δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.
  15. σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ
  16. ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,
  17. κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο
  18. πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
  19. ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε
  20. Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις