Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
  2. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
  3. αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη
  4. ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν,
  5. ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων
  6. χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.
  7. ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται
  8. τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,
  9. οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ
  10. ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι
  11. πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ
  12. γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,
  13. αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·
  14. ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε·
  15. στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς
  16. μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν.
  17. ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη
  18. φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.
  19. ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ
  20. ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,