Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται
  2. ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,
  3. ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ
  4. Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.
  5. καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
  6. εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις
  7. ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι
  8. κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.
  9. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
  10. ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν·
  11. Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ
  12. ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν
  13. οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,
  14. οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν
  15. Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ
  16. ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε
  17. πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς.
  18. ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω
  19. Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·
  20. σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.