Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,
  2. καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων
  3. ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων
  4. δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,
  5. γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·
  6. μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.
  7. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
  8. ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι
  9. τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
  10. ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται
  11. χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ
  12. αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι
  13. δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.
  14. ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος
  15. πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·
  16. ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι
  17. τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.
  18. ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,
  19. καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·
  20. ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον