Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,
  • οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι
  • τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,
  • ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,
  • τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων
  • ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.
  • ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο
  • καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,
  • ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
  • ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·
  • ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
  • ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,
  • θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
  • νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω
  • Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
  • Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
  • οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,
  • ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·
  • ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.
  • ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,