Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·
  2. οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες
  3. ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν
  4. ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς
  5. τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·
  6. ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν
  7. Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ
  8. ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,
  9. ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα
  10. ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι
  11. πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·
  12. ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω
  13. Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα
  14. Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.
  15. τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν
  16. οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα
  17. κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,
  18. ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν
  19. οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.
  20. πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον