Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.
  2. οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς
  3. τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν
  4. Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·
  5. ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,
  6. αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,
  7. στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·
  8. κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν
  9. ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω
  10. νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·
  11. οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.
  12. ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
  13. ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
  14. Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.
  15. τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
  16. πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·
  17. ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα
  18. νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε
  19. νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ
  20. ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ