Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·
  2. μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·
  3. γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.
  4. ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους
  5. νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.
  6. οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον
  7. Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.
  8. τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·
  9. ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι
  10. γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.
  11. τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ
  12. ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·
  13. ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.
  14. ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
  15. ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
  16. χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,
  17. οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν
  18. Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους
  19. σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
  20. εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα