Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.
  2. Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων
  3. Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων
  4. ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·
  5. τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
  6. Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;
  7. οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε
  8. μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας
  9. νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον
  10. ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.
  11. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,
  12. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
  13. καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν
  14. μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,
  15. ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε,
  16. νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.
  17. πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.
  18. βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ
  19. ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις
  20. αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.