Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,
  2. ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε
  3. Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,
  4. πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω
  5. νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν
  6. Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.
  7. ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·
  8. Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε
  9. ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι
  10. ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,
  11. νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·
  12. τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα
  13. Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.
  14. ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
  15. ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.
  16. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  17. καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·
  18. ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
  19. νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
  20. ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ