Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας
  2. καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
  3. Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,
  4. αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·
  5. Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
  6. ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο
  7. ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·
  8. τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ
  9. σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ
  10. τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.
  11. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.
  12. τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους
  13. αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.
  14. τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς
  15. ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
  16. αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους
  17. νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι
  18. αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ
  19. ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·
  20. αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·